ΟΜΙΛΙΑ: «Με Τόλμη» - 20/10/2017
ΠΕΡΙΣΣΟΤΕΡΑ
ΣΕΜΙΝΑΡΙΟ ΑΡΗΣ: 22/10/2017
ΠΕΡΙΣΣΟΤΕΡΑ
ΣΕΜΙΝΑΡΙΟ ΑΡΤΕΜΙΣ: 26/11/2017
ΠΕΡΙΣΣΟΤΕΡΑ
ΤΥΠΙΚΟΝ ΓΕΝΕΘΛΙΩΝ: 2η ΕΚΔΟΣΗ (12/2016)
ΠΕΡΙΣΣΟΤΕΡΑ

ΕΠΙΣΤΟΛΗ ΑΛΕΞΑΝΔΡΟΥ ΠΡΟΣ ΔΑΡΕΙΟΝ

Πρὸς ταῦτα ἀντιγράφει Ἀλέξανδρος καὶ ξυμπέμπει τοῖς παρὰ Δαρείου ἐλθοῦσι Θέρσιππον, παραγγείλας τὴν ἐπιστολὴν δοῦναι Δαρείῳ, αὐτὸν δὲ μὴ διαλέγεσθαι ὑπὲρ μηδενός. Ἡ δὲ ἐπιστολὴ ἡ Ἀλεξάνδρου ἔχει ὧδε.

Οἱ ὑμέτεροι πρόγονοι ἐλθόντες εἰς Μακεδονίαν καὶ εἰς τὴν ἄλλην Ἑλλάδα κακῶς ἐποίησαν ἡμᾶς οὐδὲν προηδικημένοι· ἐγὼ δὲ τῶν Ἑλλήνων ἡγεμὼν κατασταθεὶς καὶ τιμωρήσασθαι βουλόμενος Πέρσας διέβην ἐς τὴν Ἀσίαν, ὑπαρξάντων ὑμῶν. Καὶ γὰρ Περινθίοις ἐβοηθήσατε, οἳ τὸν ἐμὸν πατέρα ἠδίκουν, καὶ εἰς Θρᾴκην, ἧς ἡμεῖς ἤρχομεν, δύναμιν ἔπεμψεν Ὦχος.

Τοῦ δὲ πατρὸς ἀποθανόντος ὑπὸ τῶν ἐπιβουλευσάντων, οὓς ὑμεῖς συνετάξατε, ὡς αὐτοὶ ἐν ταῖς ἐπιστολαῖς πρὸς ἅπαντας ἐκομπάσατε, καὶ Ἀρσῆν ἀποκτείναντός σου μετὰ Βαγώου, καὶ τὴν ἀρχὴν κατασχόντος οὐ δικαίως οὐδὲ κατὰ τὸν Περσῶν νόμον, ἀλλὰ ἀδικοῦντος Πέρσας, καὶ ὑπὲρ ἐμοῦ πρὸς τοὺς Ἕλληνας γράμματα οὐκ ἐπιτήδεια διαπέμποντος, ὅπως πρός με πολεμῶσι, καὶ χρήματα ἀποστέλλοντος πρὸς Λακεδαιμονίους καὶ ἄλλους τινὰς τῶν Ἑλλήνων, καὶ τῶν μὲν ἄλλων πόλεων οὐδεμιᾶς δεχομένης, Λακεδαιμονίων δὲ λαβόντων, καὶ τῶν παρὰ σοῦ πεμφθέντων τοὺς ἐμοὺς φίλους διαφθειράντων καὶ τὴν εἰρήνην, ἣν τοῖς Ἕλλησι κατεσκεύασα, διαλύειν ἐπιχειρούντων, ἐστράτευσα ἐπὶ σὲ ὑπάρξαντος σοῦ τῆς ἔχθρας.

Ἐπεὶ δὲ μάχῃ νενίκηκα πρότερον μὲν τοὺς σοὺς στρατηγοὺς καὶ σατράπας, νῦν δὲ σὲ καὶ τὴν μετὰ σοῦ δύναμιν, καὶ τὴν χώραν ἔχω τῶν θεῶν μοι δόντων, ὅσοι τῶν μετὰ σοῦ παραταξαμένων μὴ ἐν τῇ μάχῃ ἀπέθανον, ἀλλὰ παρ᾽ ἐμὲ κατέφυγον, τούτων ἐπιμέλομαι καὶ οὐκ ἄκοντες παρ᾽ ἐμοί εἰσιν, ἀλλὰ αὐτοὶ ἑκόντες ξυστρατεύονται μετ᾽ ἐμοῦ. Ὡς οὖν ἐμοῦ τῆς Ἀσίας ἁπάσης κυρίου ὄντος ἧκε πρὸς ἐμέ. Εἰ δὲ φοβῇ μὴ ἐλθὼν πάθῃς τι ἐξ ἐμοῦ ἄχαρι, πέμπε τινὰς τῶν φίλων τὰ πιστὰ ληψομένους. Ἐλθὼν δὲ πρός με τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας καὶ εἰ ἄλλο τι θέλεις αἴτει καὶ λάμβανε. Ὅ τι γὰρ ἂν πείθῃς ἐμὲ ἔσται σοι. Καὶ τοῦ λοιποῦ ὅταν πέμπῃς παρ᾽ ἐμὲ, ὡς πρὸς βασιλέα τῆς Ἀσίας πέμπε, μηδὲ [ἃ βούλει] ἐξ ἴσου ἐπίστελλε, ἀλλ᾽ ὡς κυρίῳ ὄντι πάντων τῶν σῶν φράζε εἴ του δέῃ· εἰ δὲ μή, ἐγὼ βουλεύσομαι περὶ σοῦ ὡς ἀδικοῦντος. Εἰ δ' ἀντιλέγεις περὶ τῆς βασιλείας, ὑπομείνας ἔτι ἀγώνισαι περὶ αὐτῆς καὶ μὴ φεῦγε, ὡς ἐγὼ ἐπὶ σὲ πορεύσομαι οὗ ἂν ᾖς.


ΑΠΟΔΟΣΙΣ ΕΠΙΣΤΟΛΗΣ

Σέ αὐτά ἀπάντησε μέ ἐπιστολή ὁ Ἀλέξανδρος καί ἔστειλε τόν Θέρσιππον, μαζί μέ αὐτούς πού ἦρθαν ἐκ μέρους τοῦ Δαρείου, ἀφοῦ τόν διέταξε νά ἐγχειρίσῃ τήν ἐπιστολή στό Δαρείο, αὐτός δέ νά μήν συνδιαλέγεται γιά τίποτα. Τό δέ γράμμα τοῦ Ἀλεξάνδρου εἶχε ὡς ἑξῆς:

Οἱ δικοί σας πρόγονοι, οἱ ὁποῖοι ἦρθαν στή Μακεδονία καί τήν ἄλλη Ἑλλάδα, προξένησαν κακά σέ ἐμᾶς, χωρίς νά ἔχουν πάθει κανένα ἀδίκημα πρωτύτερα ἀπό ἐμᾶς. Ἐγώ δέ ἀφοῦ ἐκλέχτηκα ἀρχηγός τῶν Ἑλλήνων καί ἐπειδή ἤθελα νά τιμωρήσω τούς Πέρσες, πέρασα στήν Ἀσία, πού ἤσασταν ἐσεῖς. Διότι καί τούς Περινθίους βοηθήσατε, οἱ ὁποῖοι ἀδικοῦσαν τόν δικό μου πατέρα καί στή Θράκη, τήν ὁποία ἐμεῖς διοικούσαμε, ἔστειλε στρατιωτική δύναμη ὁ Ὦχος.

Ὅταν δέ φονεύθηκε ὁ πατέρας μου, ἀπό αὐτούς πού ἐπιβουλεύονταν τή ζωή του, τούς ὁποίους ἐσεῖς ὀργανώσατε, ὅπως ἐσεῖς οἱ ἴδιοι ὑπερηφανευόσασταν μέ τίς ἐπιστολές, πού στείλατε σέ ὅλους, καί ἐσύ μέ τήν βοήθεια τοῦ Βαγώα ἐσκότωσες τόν Ἄρσην καί κατέλαβες τήν βασιλεία κατά τρόπο ἄδικο καί ὄχι σύμφωνα μέ τόν νόμο τῶν Περσῶν, ἀλλά ἀδικῶντας τούς Πέρσες. Καί ἐνῶ διαβίβαζες ἐχθρικά γράμματα γιά ἐμένα στούς Ἕλληνες παρακινῶντας τους νά μέ πολεμοῦν, καί ἐνῶ ἀπέστειλες χρήματα στούς Λακεδαιμόνιους καί πρός μερικούς ἄλλους ἀπό τούς Ἕλληνες, καί τά ὁποῖα καμμία ἀπό τίς ἄλλες πόλεις δέν τά δέχτηκε, καί μόνο οἱ Λακεδαιμόνιοι τά ἔλαβαν, καί ἐνῶ αὐτοί πού ἐστάλησαν ἐκ μέρους σου διέφθειραν τούς φίλους μου καί ἐπιχειροῦσαν νά διαλύσουν τήν εἰρήνη τήν ὁποία ἐδημιούργησα εἰς τούς Ἕλληνες – ἐξεστράτευσα ἐναντίον σου, ἀφοῦ ἀπό ἐσένα προϋπῆρχε ἡ ἔχθρα.

Ἐπειδή νωρίτερα νίκησα στήν μάχη τούς στρατηγούς καί τούς διοικητές σου, τώρα δέ ἐσένα καί τό στρατό πού ἔχεις μαζί σου καί τήν χώρα σου κατέχω, ἀφοῦ μου τό ἐπέτρεψαν οἱ θεοί, ὅσοι ἀπό αὐτούς πού πολέμησαν (συντάχθηκαν) μαζί σου καί δέν ἀπέθαναν στήν μάχη, ἀλλά κατέφυγαν σέ μένα, ἐγώ γι᾽ αὐτούς ἐπιμελοῦμαι, καί αὐτοί ὄχι χωρίς τή θέλησή τους μένουν δίπλα μου καί μέ τή θέλησή τους ἐκστρατεύουν μαζί μέ ἐμένα. Καθώς λοιπόν ἐγώ εἶμαι κύριος ὅλης τῆς Ἀσίας, ἔλα σέ ἐμένα. Ἐάν ὅμως φοβᾶσαι, μήπως, ἄν δέν ἔρθεις πάθεις κάτι δυσάρεστο ἀπό ἐμένα, στεῖλε μερικούς ἀπό τούς φίλους σου νά λάβουν ἐγγυήσεις (ἔνορκες διαβεβαιώσεις). Ὅταν δέ ἔρθεις σ᾽ ἐμένα, τή μητέρα, τή γυναίκα, τά παιδιά σου καί ἐάν κάτι ἄλλο θέλεις, ζήτησε καί λάβε. Διότι γιά ὅ,τι μέ πείσεις, αὐτό θά λάβῃς. Καί στό ἑξῆς, ὅταν στέλνεις κάποιον σέ ἐμένα, νά τόν στέλνῃς πρός τόν βασιλέα τῆς Ἀσίας, καί οὖτε νά μοῦ γράφῃς σάν ἴσος πρός ἴσον, ἀλλά ἐάν χρειάζεσαι κάτι, νά ἀναφέρεσαι πρός τόν κύριο ὅλων τῶν δικών σου· ἀλλοιῶς ἐγώ θά ἀποφασίσω (σκεφτῶ) γιά ἐσένα ὅτι μέ ἀδικεῖς. Ἐάν δέ ἔχεις ἀντίρρηση γιά τήν βασιλεία, τολμῶντας ἀγωνίσου ἀκόμη γι᾽ αὐτήν καί μήν φεύγεις, διότι ἐγώ θά βαδίσω ἐναντίον σου ὁπουδήποτε κι αν εἶσαι.

Ἀπόδοσις: Φιλαρέτη

ΠΗΓΕΣ:
* Ἀρριανοῦ "Ἀλεξάνδρου Ἀνάβασις", στερεότυπο κείμενο.
* Παραδόσεις Ἡλιοδρομίου.


***



Επιστροφή: Άρθρα Περιοδικού «ΡΟΜΦΑΙΑ»

Δείτε Επίσης: Άρθρα - Γενική Θεματολογία

Δείτε Επίσης: Άρθρα Αποσπάσματων Βιβλίων

Επιστροφή: Αρχική Σελίδα



ΕΠΙ-ΣΚΕΨΕΙΣ
website counter widget


ΗΛΙΟΔΡΟΜΙΟΝ - ΑΡΙΣΤΟΤΕΛΟΥΣ 183, ΑΘΗΝΑ, Τ.Κ. 11251, ΕΛΛΑΣ
ΤΗΛΕΦΩΝΟ & ΦΑΞ: 210–8848066 ~ E-MAIL: info@heliodromion.gr
© Copyright of ΗΛΙΟΔΡΟΜΙΟΝ A.M.K.E. 2016
ΔΗΜΙΟΥΡΓΙΑ ΙΣΤΟΣΕΛΙΔΑΣ: Ελευθερία Τάνια Κώτσου