ΤΥΠΙΚΟΝ ΓΕΝΕΘΛΙΩΝ: 2η ΕΚΔΟΣΗ (12/2016)
ΠΕΡΙΣΣΟΤΕΡΑ
ΟΜΙΛΙΑ: «Ο ΑΘΛΗΤΙΣΜΟΣ» Κατά Βάθος Είμαι Ζήτημα Φωτός» 21/04/2017 - ΠΕΡΙΣΣΟΤΕΡΑ
ΣΕΜΙΝΑΡΙΟ ΑΦΡΟΔΙΤΗ: 23/04/2017
ΠΕΡΙΣΣΟΤΕΡΑ

ΙΔΡΥΣΗ 75 ΕΛΛΗΝΙΚΩΝ ΠΟΛΕΩΝ ΑΠΟ ΤΟΝ
ΣΕΛΕΥΚΟ ΣΤΗΝ ΕΥΡΥΤΕΡΗ ΠΕΡΙΟΧΗ ΤΗΣ ΣΥΡΙΑΣ

ΑΠΟΣΠΑΣΜΑ ΑΠΟ: ΧΡΟΝΟΓΡΑΦΙΑ - ΙΩΑΝΝΗΣ ΜΑΛΑΛΑΣ

Ἔκτισε δὲ ὁ αὐτὸς Σέλευκος ὁ Νικάτωρ καὶ ἄλλην παραλίαν πόλιν ἐν τῇ Συρίᾳ ὀνόματι Λαοδίκειαν εἰς ὄνομα τῆς αὐτοῦ θυγατρός, πρῴην οὖσαν κώμην ὀνόματι Μαζαβδάν, ποιήσας κατὰ τὸ ἔθος θυσίαν τῷ Διί, καὶ αἰτησάμενος ποῦ κτίσει τὴν πόλιν, ἦλθεν ἀετὸς πάλιν καὶ ἥρπασεν ἀπὸ τῆς θυσίας· καὶ ἐν τῷ καταδιώκειν αὐτὸν τὸν ἀετὸν ὑπήντησεν αὐτῷ σύαγρος μέγας, ἐξελθὼν ἀπὸ καλαμῶνος, ὅντινα ἀνεῖλεν ᾧτινι κατεῖχε δόρατι· καὶ φονεύσας τὸν σύαγρον καὶ σύρας τὸ λείψανον αὐτοῦ, ἐκ τοῦ αἵματος αὐτοῦ διεχάραξε τὰ τείχη ἐάσας τὸν ἀετόν· καὶ οὕτως τὴν αὐτὴν πόλιν ἔκτισεν ἐπάνω τοῦ αἵματος τοῦ συάγρου, ποιήσας αὐτῇ στήλην χαλκῆν εἰς τύχην τῆς αὐτῆς πόλεως.

Ἔκτισε δὲ ὁ αὐτὸς Σέλευκος ὁ Νικάτωρ καὶ ἄλλην πόλιν εἰς τὴν Συρίαν μεγάλην εἰς ὄνομα τῆς αὐτοῦ θυγατρὸς Ἀπάμας, εὑρηκὼς κώμην πρῴην λεγομένην Φαρνάκην· καὶ τειχίσας αὐτὴν ὁ αὐτὸς Σέλευκος ἐπωνόμασε πόλιν, καλέσας αὐτὴν Ἀπάμειαν, θυσίαν ποιήσας· ἣν αὐτὸς μετεκάλεσεν ὀνόματι Πέλλαν διὰ τὸ ἔχειν τὴν τύχην τῆς αὐτῆς Ἀπαμείας πόλεως τὸ ὄνομα τοῦτο· ἦν γὰρ ὁ αὐτὸς Σέλευκος ἀπὸ Πέλλης τῆς πόλεως Μακεδονίας. Ἐποίησε δὲ θυσίαν ταῦρον καὶ τράγον· καὶ ἐλθὼν πάλιν ὁ ἀετὸς ἐπῆρε τὰς κεφαλὰς τοῦ ταύρου καὶ τοῦ τράγου· καὶ περιεχάραξεν ἐκ τοῦ αἵματος τὰ τείχη.

Ἔκτισε δὲ καὶ ἄλλας διαφόρους πόλεις εἰς ἄλλας ἐπαρχίας καὶ εἰς τὰ Περσικὰ μέρη ὁ αὐτὸς Σέλευκος πολλάς, ὧν ἀριθμός ἐστιν οεʹ(σημ. 75 πόλεις!), καθὼς ὁ σοφὸς Παυσανίας ὁ χρονογράφος συνεγράψατο, ὧντινων πόλεων καὶ τὰ ὀνόματα ἐξέθετο, εἰς ὄνομα ἴδιον καὶ τῶν αὐτοῦ τέκνων, ὡς ἔδοξεν αὐτῷ, ὁ Σέλευκος…

Ὁ δὲ αὐτὸς Σέλευκος καὶ εἰς τὴν Ἡρακλεῖδα τήν ποτε πόλιν, νυνὶ δὲ λεγομένην Δάφνην, ἐφύτευσε τὰς κυπαρίσσους πλησίον τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος, μετὰ τὰς φυτευθείσας κυπαρίσσους ὑπὸ τοῦ Ἡρακλέος τοῦ τελεστοῦ, τοῦ κτίσαντος τὴν Δάφνην εἰς ὄνομα ἑαυτοῦ καὶ καλέσαντος αὐτὴν Ἡρακλεῖδα πόλιν. αὕτη δὲ ἔξω τοῦ ἄλσους ἦν κεκτισμένη ἐπὶ τὸν ναὸν τῆς Ἀθήνης· τὸ γὰρ τοῦ Ἀπόλλωνος ἱερὸν Δαφναῖον ἐλέγετο, μέσον ὄντα τοῦ ἄλσους.


***


Η ΑΝΑΦΟΡΑ ΤΟΥ ΧΡΟΝΟΓΡΑΦΟΥ ΙΩΑΝΝΗ ΜΑΛΑΛΑ ΓΙΑ ΤΗΝ ΥΠΑΤΙΑ



ΙΩΑΝΝΗΣ ΜΑΛΑΛΑΣ
Σε Επιμέλεια και Υπομνηματισμό: Γιώργου Λαθύρη.


***



Επιστροφή: Άρθρα Αποσπάσματων Βιβλίων

Επιστροφή: ΧΡΟΝΟΓΡΑΦΙΑ

Δείτε Επίσης: Εκδόσεις Ηλιοδρόμιον - Ανεξάρτητα

Δείτε Επίσης: Άρθρα - Γενική Θεματολογία

Δείτε Επίσης: Άρθρα Περιοδικού «ΡΟΜΦΑΙΑ»

Επιστροφή: Αρχική Σελίδα



ΕΠΙ-ΣΚΕΨΕΙΣ
website counter widget


ΗΛΙΟΔΡΟΜΙΟΝ - ΑΡΙΣΤΟΤΕΛΟΥΣ 183, ΑΘΗΝΑ, Τ.Κ. 11251, ΕΛΛΑΣ
ΤΗΛΕΦΩΝΟ & ΦΑΞ: 210–8848066 ~ E-MAIL: info@heliodromion.gr
© Copyright of ΗΛΙΟΔΡΟΜΙΟΝ A.M.K.E. 2016
ΔΗΜΙΟΥΡΓΙΑ ΙΣΤΟΣΕΛΙΔΑΣ: Ελευθερία Τάνια Κώτσου